Ο δεκαεξάκτινος  Ήλιος  της Ελλάδος!
Αχιλλέας Αλέξανδρος
Ω Ιλιάδος
Λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·